ΛΟΓΟΣ ΕΙΣ ΤΟ ΓΕΝΕΘΛΙΟΝ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ.


Μυστήριον ξένον καὶ παράδοξον βλέπω· ποιμένες, μου περιηχοῦσι τὰ ὦτα, οὐκ ἔρημον συρίζοντες μέλος, ἀλλ’ οὐράνιον ᾄδοντες ὕμνον. Ἄγγελοι ᾄδουσιν, ἀρχάγγελοι μέλπουσιν, ὑμνεῖ τὰ Χερουβὶμ, δοξολογεῖ τὰ Σεραφὶμ, πάντες ἑορτάζουσι Θεὸν ἐπὶ γῆς ὁρῶντες, καὶ ἄνθρωπον ἐν οὐρανοῖς· τὸν ἄνω κάτω δι’ οἰκονομίαν, καὶ τὸν κάτω ἄνω διὰ φιλανθρωπίαν. Σήμερον Βηθλεὲμ τὸν οὐρανὸν ἐμιμήσατο· ἀντὶ μὲν ἀστέρων ἀγγέλους ὑμνοῦντας δεξαμένη, ἀντὶ δὲ ἡλίου τὸν τῆς δικαιοσύνης ἀπεριγράπτως χωρήσασα. Καὶ μὴ ζήτει πῶς· ὅπου γὰρ βούλεται Θεὸς, νικᾶται φύσεως τάξις. Ἠβουλήθη γὰρ, ἠδυνήθη, κατῆλθεν, ἔσωσε· σύνδρομα τὰ πάντα τῷ Θεῷ. Σήμερον ὁ ὢν τίκτεται, καὶ ὁ ὢν γίνεται ὅπερ οὐκ ἦν· ὢν γὰρ Θεὸς, γίνεται ἄνθρωπος, οὐκ ἐκστὰς τοῦ εἶναι Θεός. Οὐδὲ γὰρ κατ’ ἔκστασιν θεότητος γέγονεν ἄνθρωπος, οὐδὲ πάλιν κατὰ προκοπὴν ἐξ ἀνθρώπου γέγονε Θεός· ἀλλὰ Λόγος ὢν, διὰ τὸ ἀπαθὲς σὰρξ ἐγένετο, ἀμεταβλήτου μενούσης τῆς φύσεως. Αλλ’  ότε μεν ετέχθη, Ιουδαίοι ηρνούντο τον ξένον τόκον και Φαρισαίοι παρηρμήνευον τας θείας βίβλους, και Γραμματείς υπεναντία του νόμου ελάλουν. Ηρώδης τον τεχθέντα εζήτει, ουχ ίνα αυτόν τιμήση, αλλ’  ίνα αυτόν απολέση. Σήμερον γαρ πάντα υπεναντία είδον· «ουκ εκρύβη γαρ, κατά τον Ψαλμωδόν, από των τέκνων αυτών εις γενεάν ετέραν» (Ψαλμ. oζ΄ 4). Βασιλείς μεν γαρ ήλθον τον επουράνιον Βασιλέα θαυμάζοντες, ότι πως επί γης ήλθεν ουκ Αγγέλους έχων, ουκ Αρχαγγέλους, ου θρόνους, ου κυριότητας, ου δυνάμεις, ουκ εξουσίας, αλλά ξένην και ατριβή βαδίσας οδόν, εξ αγεωργήτου προήλθε γαστρός, ούτε τους Αγγέλους αυτού ερήμους της επιστασίας αυτού καταλιπών, ούτε τη προς ημάς ενανθρωπήσει της οικίας Θεότητος εκστάς.

H συνέχεια, ‘’κλικ’’ πιο κάτω στο: Read more


Αλλά βασιλείς μεν τον επουράνιον Βασιλέα της δόξης ήλθον προσκυνήσοντες, στρατιώται δε τον Αρχιστράτηγον της δυνάμεως θεραπεύσοντες· αι γυναίκες τον εκ Γυναικός τεχθέντα, ίνα τας λύπας της γυναικός εις χαράν μεταβάλη· αι παρθένοι το της Παρθένου Παιδίον, ότι πως ο γάλακτος και μαζών Δημιουργός τας πηγάς μαζών αυτόματα ρείθρα φέρεσθαι ποιών παρά Μητρός Παρθένου, Παιδίου τροφήν έλαβε· τα νήπια τον Νήπιον γενόμενον, ίνα «εκ στόματος νηπίων και θηλαζόντων καταρτίση αίνον» (Ψαλμ. Η΄ 3)· οι παίδες τον Παίδα μάρτυρας δια την Ηρώδου μανίαν εργασάμενον· οι άνδρες τον ενανθρωπήσαντα και τα των δούλων θεραπεύσαντα κακά· οι ποιμένες τον Ποιμένα τον καλόν, τον την ψυχήν υπέρ των προβάτων προθέμενον· οι Ιερείς τον κατά την τάξιν Μελχισεδέκ Αρχιερέα γενόμενον· οι δούλοι τον μορφήν δούλου λαβόντα, ίνα ημών την δουλείαν ελευθερία τιμήση· οι αλιείς τον από αλιέων θηρευτάς ανθρώπων εργαζόμενον· οι τελώναι τον από τελωνών Ευαγγελιστήν αναδείξαντα· αι πόρναι τον τοις πορνικοίς δάκρυσι τους πόδας προϊέμενον· και ίνα συντόμως είπω, πάντες οι αμαρτωλοί ήλθον ιδείν τον Αμνόν του Θεού τον αίροντα την αμαρτίαν του κόσμου· Μάγοι δορυφορούντες, Ποιμένες ευλογούντες, τελώναι ευαγγελιζόμενοι, πόρναι μυροφορούσαι, Σαμαρείτις πηγήν διψώσα ζωής, Χαναναία πίστιν ανενδοίαστον έχουσα.
Πάντων οὖν σκιρτώντων, σκιρτῆσαι θέλω κἀγὼ, χορεῦσαι βούλομαι, πανηγυρίσαι θέλω· χορεύω δὲ, οὐ κιθάραν πλήττων, οὐ θυρσὸν κινῶν, οὐκ αὐλοὺς ἔχων, οὐ δᾷδας ἅπτων, ἀλλ’ ἀντὶ μουσικῶν ὀργάνων τὰ τοῦ Χριστοῦ σπάργανα φέρων. Αὐτὰ γάρ μοι ἐλπὶς, αὐτά μοι ζωὴ, αὐτά μοι σωτηρία, αὐτά μοι αὐλὸς, αὐτά μοι κιθάρα. ∆ιὸ καὶ αὐτὰ ἔρχομαι φέρων, ἵνα τῇ αὐτῶν δυνάμει ἰσχὺν λόγων λαβὼν μετ’ ἀγγέλων εἴπω· ∆όξα ἐν ὑψίστοις Θεῷ· μετὰ δὲ ποιμένων, Καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Σήμερον ὁ γεννηθεὶς ἀῤῥήτως ἐκ Πατρὸς, ἐκ παρθένου τίκτεται, ἀφράστως δι’ ἐμέ. Ἀλλὰ τότε μὲν κατὰ φύσιν ἐκ τοῦ Πατρὸς πρὸ αἰώνων ἐγεννήθη, ὡς ὁ γεννήσας οἶδε· σήμερον δὲ πάλιν παρὰ φύσιν ἐτέχθη, ὡς ἡ τοῦ ἁγίου Πνεύματος ἐπίσταται χάρις. Καὶ ἡ ἄνω αὐτοῦ γέννησις ἀληθὴς, καὶ ἡ κάτω γέννησις ἀψευδὴς, καὶ ἀληθῶς Θεὸς ἐκ Θεοῦ ἐγεννήθη, καὶ ἀληθῶς ἄνθρωπος ὁ αὐτὸς ἐκ παρθένου ἐτέχθη. Ἄνω μόνος ἐκ μόνου Μονογενὴς, κάτω μόνος ἐκ παρθένου μόνης Μονογενὴς ὁ αὐτός. Ὥσπερ γὰρ ἐπὶ τῆς ἄνω γεννήσεως ἀσεβὲς ἐννοῆσαι μητέρα· οὕτω βλάσφημόν ἐστιν ὑπολαβεῖν καὶ ἐπὶ τῆς κάτω γεννήσεως πατέρα. Ὁ Πατὴρ ἀῤῥεύστως ἐγέννησε, καὶ ἡ παρθένος ἀφθόρως ἔτεκεν· οὔτε γὰρ ὁ Θεὸς ῥεῦσιν ὑπέμεινε γεννήσας· θεοπρεπῶς γὰρ ἐγέννησεν· οὔτε ἡ παρθένος φθορὰν ὑπέμεινε τεκοῦσα· πνευματικῶς γὰρ ἔτεκεν.
Όθεν ούτε η άνω αυτού Γέννησις εξήγησιν έχει, ούτε η εν υστέροις καιροίς πρόοδος πολυπραγμονείσθαι ανέχεται. Ότι μεν γαρ έτεκεν η Παρθένος σήμερον οίδα, και ότι εγέννησεν ο Θεός αχρόνως πιστεύω, τον δε τρόπον της γεννήσεως σιωπή τιμάν μεμάθηκα, και ου δια λόγων πολυπραγμονείν παρέλαβον. Επί γαρ Θεού ου δει τη φύσει των πραγμάτων προσέχειν, αλλά τη δυνάμει του ενεργούντος πιστεύειν. Φύσεως γαρ εστιν νόμος, όταν γυνή προσομιλήσασα γάμοις τέκη· όταν δε Παρθένος απειρόγαμος τεκούσα πάλιν Παρθένος φανείη, υπέρ φύσιν το πράγμα. Το ουν κατά φύσιν ζητείσθω, το δε υπέρ φύσιν σιγή τιμάσθω, ουχ ως φευκτόν, αλλ’  ως απόρρητον και σιωπή τιμάσθαι άξιον. Αλλ’  απονείματέ μοι συγγνώμην, παρακαλώ, εν προοιμίοις καταπαύσαι τον λόγον βουλομένω· δειλός γαρ ων προς την των κρειττόνων έρευναν, πως ή που τρέψω τον λόγον τα πηδάλια ουχ έχω. Τι γαρ είπω ή τι λαλήσω; Την τεκούσαν ορώ, τον τεχθέντα βλέπω, τον δε τρόπον της γεννήσεως ου συνορώ· νικάται γαρ φύσις, νικάται και τάξεως όρος, όπου Θεός βούλεται. Ου γαρ κατά φύσιν γέγονε το πράγμα, αλλ’  υπέρ φύσιν το θαύμα. Ήργησε γαρ η φύσις, και ενήργησε του Δεσπότου το βούλημα. Ω χάριτος αφράστου! Ο προ αιώνων Μονογενής, ο αναφής και απλούς και ασώματος υπεισήλθέ μου το φθαρτόν και ορατόν σώμα· διατί;  Ίνα βλεπόμενος διδάξη, διδάξας δε προς το μη βλεπόμενον χειραγωγήση. Επειδή γαρ οι άνθρωποι τον οφθαλμόν της ακοής πιστότερον ποιούσιν, ο δε μη βλέπουσιν αμφιβάλλουσι, δια τούτο ηνείχετο και οφθαλμοίς την εαυτού θέαν δια του σώματος παρασχείν, ίνα λύση την αμφισβήτησιν. Και τίκτεται εκ Παρθένου αγνοούσης το πράγμα. Ούτε γαρ συνήργησε προς το γινόμενον, ούτε συνεβάλλετο προς το πραττόμενον, αλλ’ ην ψιλόν όργανον της απορρήτου αυτού δυνάμεως, μόνον ειδυΐα, ο παρά του Γαβριήλ ερομένη έμαθεν, ότι «Πως έσται μοι τούτο, επεί άνδρα ου γινώσκω;» (Λουκ. α΄34). Και φησι· τούτο βούλει μαθείν; «Πνεύμα Άγιον επελεύσεται επί σε, και δύναμις Υψίστου επισκιάσει σοι» (αυτ. 35). Και πως ην μετ’ αυτής, και μικρόν ύστερον εξ αυτής; σπερ τεχνίτης ερν λην χρησιμωτάτην, κάλλιστον περγάζεται σκεος· οτω κα Χριστς ερν τς παρθένου γιον κα τ σμα κα τν ψυχν, μψυχον αυτ κατεκόσμησε ναν, ν βουλήθη τρόπον πλάσας τν νθρωπον ν τ παρθέν, κα νδυσάμενος ατν, σήμερον προλθεν, οκ αδεσθες τ δυσειδς τς φύσεως. Οδ γρ βριν φερεν ατ, φορέσαι τ διον ργον· κα τ πλάσμα δ μεγίστην καρποτο δόξαν, νδυμα το τεχνίτου γινόμενον. σπερ γρ παρ τν πρώτην πλάσιν δύνατον ν συνεστάναι τν νθρωπον, πρν τν πηλν ες τς χερας ατο λθεν· οτω κα τ φθαρν σκεος δύνατον μεταποιηθναι, ε μ γέγονεν νδυμα το ποιήσαντος. λλ τί επω, τί λαλήσω; κπλήττει γάρ με τ θαμα. Παλαις μερν παιδίον γέγονεν, π θρόνου ψηλο κα πηρμένου καθήμενος ν φάτν τίθεται, ναφς, κα πλος, κα σύνθετος, κα σώματος χερσν νθρωπίναις λίσσεται, τ τς μαρτίας διασπν δεσμ σπαργάνοις μπλέκεται, πειδ τοτο θέλει. Θέλει γρ τν τιμίαν ποισαι τιμν, τν δοξίαν νδσαι δόξαν, τν τς βρεως ρον, ρετς δεξαι τρόπον. θεν πέρχεται τ μν σμα, να γ χωρήσω τν ατο Λόγον· κα λαβν τν μν σάρκα, δίδωσί μοι τ αυτο Πνεμα, να διδος κα λαμβάνων θησαυρόν μοι ζως μπορεύσηται. Λαμβάνει μου τν σάρκα, να με γιάσ· δίδωσί μοι τ Πνεμα ατο, να με διασώσ. λλ τί επω, κα τί λαλήσω; δο παρθένος ν γαστρ ξει. Οκέτι λέγεται ς γενησόμενον, λλ θαυμάζεται ς πεπραγμένον. Παρά Ιουδαίοις επέπρακτο, παρ’ οις και ελέγετο, υφ’ ημών δε πιστεύεται, παρ’ οις ουδέ ωνομάζετο. Ιδού η Παρθένος εν γαστρί έξει· το μεν γράμμα της συναγωγής, το δε κτήμα της Εκκλησίας· εκείνη το δίπτυχον εύρεν, αύτη τον μαργαρίτην εφεύρεν· εκείνη το έριον έβαψεν, αύτη την αλουργίδα ενεδύσατο. Η Ιουδαία γαρ αυτόν έτεκεν και η οικουμένη αυτόν υπεδέξατο· η συναγωγή αυτόν έθρεψε και ετιθηνήσατο, και η Εκκλησία κατέσχε και εκαρπώσατο· παρ’ εκείνη το κλήμα της αμπέλου και παρ’ εμοί ο βότρυς της αληθείας· εκείνη τον βότρυν ετρύγησε και τα έθνη το μυστικόν πίνει πόμα· εκείνη τον κόκκον του σίτου εν τη Ιουδαία έσπειρε, και τα έθνη τη δρεπάνη της πίστεως τον άσταχυν εθέρισε· τα έθνη το ρόδον ευσεβώς απέκειρε, και Ιουδαίοις η άκανθα της απιστίας απέμεινεν· ο νεοττός απέπτη, και παρακάθηνται οι άφρονες τη καλιά· την φυλλάδα του γράμματος οι Ιουδαίοι ερμηνεύουσι, και τον καρπόν του πνεύματος τα έθνη δρέπονται. «Ιδού η Παρθένος εν γαστρί λήψεται» (Ησ. ζ΄14). Ειπέ μοι, ω Ιουδαίε, ειπέ μοι λοιπόν τίνα έτεκε; Θάρρησόν μοι καν ως τω Ηρώδη· αλλ’ ου θαρρείς· οίδα διατί, δια την επιβουλήν. Εκείνω γαρ είπας, ίνα αυτόν ανέλη, εμοί δε ου λέγεις, ίνα μη αυτόν προσκυνήσω. Τίνα δε έτεκε; Τίνα; Τον Δεσπότην της φύσεως. Καν γαρ συ σιωπάς, η φύσις βοά· έτεκε γαρ ως ο τεχθείς τεχθήναι ηθέλησεν. Ου γαρ υπό της φύσεως επετρέπετο, αλλ’ ως Δεσπότης της φύσεως ξένον της γεννήσεως εισήγαγε τρόπον, ίνα δείξη, ότι και  άνθρωπος γενόμενος, ουχ ως άνθρωπος τίκτεται, αλλ’ ως Θεός γεννάται. Εκ Παρθένου ουν σήμερον προήλθε νικησάσης φύσιν, υπερβάσης γάμον· έπρεπε γαρ τω της αγιωσύνης πρυτάνει εκ καθαρών και αγίων προελθείν τόκων· αυτός γαρ εστιν ο πάλαι εκ παρθένου γης τον Αδάμ πλάσας, από δε του Αδάμ άνευ γυναικός γυναίκα μορφώσας· ώσπερ γαρ ο Αδάμ άνευ γυναικός γυναίκα ήνεγκεν, ούτω και σήμερον η Παρθένος άνευ ανδρός άνδρα έτεκεν. Άνθρωπος γαρ εστι, φησί, και τις γνώσεται αυτόν; Επειδή γαρ εχρεώστει το γυναικείον γένος τοις ανθρώποις την χάριν, ως του Αδάμ άνευ γυναικός γυναίκα βλαστήσαντος, δια τούτο σήμερον έτεκεν η Παρθένος άνευ ανδρός υπέρ της Εύας εκτιννύουσα τοις ανδράσι το χρέος. Ίνα γαρ μη μέγα φρονήση ο Αδάμ άνευ γυναικός γυναίκα βλαστήσας, δια τούτο και η Παρθένος άνευ ανδρός άνδρα έτεκεν, ίνα τω κοινώ του θαύματος το ομότιμον δείξη της φύσεως. Ώσπερ γαρ από του Αδάμ την πλευράν αφείλε και τον Αδάμ ουκ εμείωσεν ουδέν, ούτω και εν τη Παρθένω και τον έμψυχον έπλασε ναόν, και την παρθενίαν ουκ έλυσε. Σώος έμεινεν ο Αδάμ και μετά την αφαίρεσιν της πλευράς, άφθορος έμεινε και η Παρθένος μετά την πρόοδον του Βρέφους. Δια τούτο δε ουκ αλλαχόθεν εαυτώ ναόν κατεσκευάσατο, ουδέ άλλο σώμα πλάσας ενεδύσατο, ίνα μη δόξη το του Αδάμ ενυβρίζειν φύραμα· επειδή γαρ απατηθείς ο άνθρωπος όργανον γέγονε του διαβόλου, δια τούτο αυτόν τον υποσκελισθέντα έμψυχον ανελάμβανε ναόν, ίνα δια την προς τον πεποιηκότα συνάφειαν εκ της του διαβόλου αυτόν αποστήση συνηθείας. Όμως και άνθρωπος γινόμενος ουχ ως άνθρωπος τίκτεται, αλλ’ ως Θεός γεννάται· ει γαρ εκ κοινών γάμων προήλθεν ώσπερ εγώ, ψεύδος τοις πολλοίς ενομίζετο· νυν δε δια τούτο εκ Παρθένου τίκτεται, τικτόμενος δε και την μήτραν αναλλοίωτον τηρεί, και την παρθενίαν αζήμιον διαφυλάττει, ίνα ο ξένος της κυήσεως τρόπος πίστεώς μου μεγάλης πρόξενος γένηται. Όθεν καν Έλλην με καν Ιουδαίος ερωτά, ότι ο Χριστός Θεός ων κατά φύσιν, άνθρωπος γέγονε παρά φύσιν, ερώ, ναι, μάρτυρα του λόγου την άσπιλον της παρθενίας σφραγίδα καλών· ούτω γαρ εστι Θεός νικών την της φύσεως τάξιν, ούτω γαστρός εστι κεραμεύς και παρθενίας ευρετής, ότι και αμόλυντον έσχε της γεννήσεως τον τρόπον, και εαυτώ αφράστως ωκοδόμησε ναόν, ον ηβουλήθη τρόπον. Ειπέ μοι ουν, ω Ιουδαίε, έτεκεν η Παρθένος ή ου; Ει μεν γαρ έτεκεν, ομολόγησον τον ξένον τόκον· ει δε ουκ έτεκε, διατί τον Ηρώδην ηπάτησας; Συ γαρ αυτώ, πυνθανομένω που ο Χριστός γεννάται, είπας, ότι εν Βηθλεέμ της Ιουδαίας. Μη ουν εγώ ήδειν την κώμην ή τον τόπον; Μη εγώ του γεννωμένου την αξίαν εγίνωσκον; Ουχ ο Ησαΐας ως Θεού αυτού εμνημόνευσε; «Τέξεται, γαρ φησιν, Υιόν, και καλέσουσι το όνομα αυτού Εμμανουήλ» (Ησ. ζ,14). Ουχ υμείς αγνώμονες εχθροί την αλήθειαν εισηγήσασθε; Ουχ υμείς οι Γραμματείς και Φαρισαίοι, οι ακριβείς του νόμου φύλακες, πάντα τα κατ’ αυτόν ημάς εδιδάξατε; Μη την των Εβραίων γλώσσαν είδομεν; Ουχ υμείς τας Γραφάς ηρμηνεύσατε μετά το τεκείν την Παρθένον και προ του τεκείν, ίνα μη δόξη προς χάριν του Θεού ερμηνεύεσθαι το λεγόμενον; Ουχ υμείς ερωτώμενοι παρ’ Ηρώδου μάρτυρα παρηγάγετε Μιχαίαν τον Προφήτην, ίνα υμών τον λόγον κυρώσητε; «Και συ, γαρ φησι, Βηθλεέμ οίκος του Εφραθά ουδαμώς ελαχίστη ει εν τοις ηγεμόσιν Ιούδα· εκ σου γαρ εξελεύσεται ηγούμενος, όστις ποιμανεί τον λαόν μου τον Ισραήλ» (Μιχ. ε,2). Καλώς είπεν ο Προφήτης, εκ σου· εξ υμών γαρ εξήλθε, και εις την οικουμένην ήλθεν. Ο γαρ ων προέρχεται, ο δε μη ων, κτίζεται ή γίνεται· αυτός δε και ην και προήν, και αεί ην. Αλλ’ ην μεν αεί ως Θεός διέπων τον κόσμον, σήμερον δε προήλθεν ως άνθρωπος μεν τον λαόν ποιμαίνων, ως Θεός δε την οικουμένην διασώζων. Ω πολεμίων χρηστών! Ω κατηγόρων φιλανθρώπων! Οι τον εν Βηθλεέμ τεχθέντα λανθάνοντες Θεόν έδειξαν, οι τον εν φάτνη κρυπτόμενον Δεσπότην εγνώρισαν, οι τον εν σπηλαίω καθήμενον εμήνυσαν άκοντες, και ευηργέτησαν μη θέλοντες, απεκάλυψαν καλύψαι βουλόμενοι. Είδες αμαθείς διδασκάλους;  Α διδάσκουσιν, ου γινώσκουσι, πεινώντες τρέφουσι, διψώντες ποτίζουσι, πενόμενοι πλουτίζουσι. Δεύτε ουν εορτάσωμεν, δεύτε πανηγυρίσωμεν· ξένος γαρ ο της εορτής τρόπος, επειδή και παράδοξος ο της γεννήσεως λόγος. Σήμερον γαρ ο χρόνιος ελύθη δεσμός, ο διάβολος ησχύνθη, οι δαίμονες εδραπέτευσαν, ο θάνατος ελύθη, ο Παράδεισος ηνεώχθη, η κατάρα ηφανίσθη, η αμαρτία εκποδών γέγονεν, η πλάνη απηλάθη, η αλήθεια επανήλθε, και της ευσεβείας ο λόγος πανταχού διεσπάρη και έδραμεν· η των άνω πολιτεία εν τη γη εφυτεύθη· Άγγελοι μετά ανθρώπων κοινωνούσι και άνθρωποι μετά Αγγέλων αδεώς διαλέγονται· διατί; Επειδή Θεός επί γης ήλθε και άνθρωπος εν ουρανώ. Πάντα αναμίξ γέγονεν· ήλθε γαρ επί της γης όλος ων εν ουρανοίς, όλος δε ων εν ουρανώ, όλος εστίν επί της γης. Θεός ων γέγονεν άνθρωπος, ουκ αρνησάμενος το είναι Θεός· Λόγος ων απαθής, σαρξ εγένετο· δια το ενοικήσαι ημίν σαρξ εγένετο· Θεός γαρ ουκ εγένετο, αλλά ην. Δια τούτο σαρξ εγένετο, ίνα ον ουκ εχώρει ουρανός, δέξηται φάτνη· δια τούτο εν φάτνη ετέθη, ίνα ο τρέφων τα σύμπαντα, Παιδίου τροφήν παρά Μητρός Παρθένου λάβη· δια τούτο ο των μελλόντων αιώνων Πατήρ ως υπομάζιον Βρέφος παρθενικών ανέχεται αγκαλών, ίνα και Μάγοις ευπρόσιτος γένηται. Σήμερον γαρ και Μάγοι προσήλθον, αρχήν λαβόντες αρνείσθαι τον τύραννον και ο ουρανός καυχάται αστέρι τον ίδιον Δεσπότην μηνύων και ο Κύριος επί νεφέλης κούφης του σώματος καθεζόμενος επί την Αίγυπτον τρέχει τω μεν δοκείν φεύγων την Ηρώδου επιβουλήν, τη δε αληθεία αποπληρών το παρά του Ησαΐου ειρημένον· «Έσται γαρ φησιν εν τη ημέρα εκείνη Ισραήλ τρίτος εν τοις Ασσυρίοις και εν τοις Αιγυπτίοις ευλογημένος εν τη γη, ην ευλόγησε Κύριος Σαβαώθ, λέγων· ευλογημένος ο λαός μου ο εν Αιγύπτω και ο εν Ασσυρίοις και η κληρονομία μου Ισραήλ» (Ησ. ιθ, 24-25). Τι λέγεις, ω Ιουδαίε, ο πρώτος τρίτος γέγονας; Αιγύπτιοι και Ασσύριοι προετάχθησαν και ο πρωτότοκος Ισραήλ υπαριθμείται; ναι· εικότως Ασσύριοι πρώτοι έσονται, επειδή και αυτοί αυτόν πρώτοι δια των Μάγων προσεκύνησαν, Αιγύπτιοι δε μετά τους Ασσυρίους, επειδή και αυτοί φεύγοντα αυτόν την Ηρώδου επιβουλήν εδέξαντο. Τελευταίος δε Ισραήλ υπαριθμείται, επειδή μετά την άνοδον την εκ του Ιορδάνου δια των Αποστόλων αυτόν έγνωσαν. Εισήλθε δε εις Αίγυπτον σείων τα χειροποίητα της Αιγύπτου ουχ απλώς, αλλ’ επειδή απέκλεισε της Αιγύπτου τα πρόθυρα τη των πρωτοτόκων απωλεία, δια τούτο σήμερον εισήλθεν ως Πρωτότοκος, ίνα της παλαιάς στυγνότητος διαλύση το πένθος. Και ότι Πρωτότοκος λέγεται ο Χριστός, μαρτυρεί σήμερον ο Λουκάς ο Ευαγγελιστής, λέγων: «και έτεκε τον Υιόν αυτής τον πρωτότοκον και εσπαργάνωσεν αυτόν και ανέκλινεν αυτόν εν τη φάτνη, διότι ουκ ην αυτοίς τόπος εν τω καταλύματι» (Λουκ. β΄,7). Εισήλθεν ουν εις την Αίγυπτον, ίνα της παλαιάς στυγνότητος διαλύση το πένθος, αντί μαστίγων χαράν επιβαλών, αντί νυκτός και σκότους, σωτηρίας φέγγος χαρισάμενος. Βέβηλον ην τότε του ποταμού το ύδωρ τη των αώρων νηπίων σφαγή· εισήλθεν ουν εις την Αίγυπτον ο πάλαι το ύδωρ φοινίξας, και εποίησε τα ρείθρα του ποταμού σωτηρίας γενητικά, το εναγές αυτών και βέβηλον δυνάμει καθαρίσας του Πνεύματος. Εκακώθησαν οι Αιγύπτιοι και μανέντες ηρνούντο τον Θεόν· εισήλθεν ουν εις την Αίγυπτον και γνώσεως Θεού ψυχάς θεοφιλείς επλήρωσε, τω ποταμώ δε παρέσχε μάρτυρας τρέφειν σταχύων ευφορωτέρους. Αλλά δια το στενόν του καιρού ενταύθα βούλομαι καταπαύσαι τον λόγον· ώδε δε καταπαύσω τον λόγον πληρώσας, ότι πως Λόγος ων απαθής, σαρξ εγένετο, αμεταβλήτου μενούσης της φύσεως. Τι δε είπω ή τι λαλήσω; Τέκτονα και φάτνην ορώ και Βρέφος και σπάργανα, λοχόν Παρθένου των χρειών έρημον, όλα πτωχείας εχόμενα, όλα πενίας γέμοντα. Είδες πλούτον εν πενία πολλή! Πως πλούσιος ων δι’ ημάς επτώχευσε; Πως ούτε κλίνην ούτε στρωμνήν είχεν, αλλ’ επί ξηράς έρριπτο φάτνης; Ω πενία πλούτου πηγή· ω πλούτε άμετρε, πενίας πρόσχημα φέρων! Εν φάτνη κείται και την οικουμένην σαλεύει· εν σπαργάνοις εμπλέκεται και τα της αμαρτίας διαρρήσει δεσμά! Ούπω έναρθρον έρρηξε φωνήν και τους Μάγους εδίδαξε και εκίνησε προς επιστροφήν. Τι είπω, ή τι λαλήσω; Ιδού Βρέφος σπαργάνοις εμπλέκεται και εν φάτνη κείται· πάρεστι δε και Μαρία, Παρθένος ούσα και Μήτηρ, παρήν δε και Ιωσήφ ονομαζόμενος πατήρ. Ούτος ανήρ λέγεται, εκείνη Γυνή προσαγορεύεται. Ονόματα έννομα, συζυγίας έρημα. Μέχρι ρημάτων νόησαί μοι, αλλ΄ου μέχρι πραγμάτων. Μόνον ούτος εμνηστεύσατο και  Πνεύμα Άγιον αυτή επεσκίασεν. Όθεν απορών ο Ιωσήφ ουκ ήδει τι καλέσει το Βρέφος· εκ μοιχείας αυτό ειπείν ουκ ετόλμα, κατά της Παρθένου γαρ βλάσφημον καταχέειν λόγον ουκ ηδύνατο. Τέκνον αυτό ειπείν ίδιον ουκ ηνείχετο· ήδει γαρ καλώς, ότι ουκ έγνω πως ή πόθεν ετέχθη το Βρέφος. Όθεν απορούντι αυτώ προς το πράγμα, χρησμός ουρανόθεν δια της του Αγγέλου φωνής επεφέρετο, ότι, Μη φοβού Ιωσήφ, το γαρ γεννώμενον εξ αυτής εκ Πνεύματός εστιν Αγίου. Πνεύμα γαρ Άγιον επεσκίασε τη Παρθένω. Διατί δε εκ Παρθένου τίκτεται και την παρθενίαν αζήμιον τηρεί; Ότι πάλαι παρθένον ούσαν την Εύαν ηπάτησεν ο διάβολος, δια τούτο Παρθένον ούσαν την Μαριάμ ο Γαβριήλ  ευηγγελίσατο. Αλλ΄απατηθείσα μεν η Εύα ρήμα έτεκε θανάτου αίτιον, ευαγγελισθείσα δε η Μαριάμ Λόγον εν σαρκί εγέννησε, ζωής αιωνίου ημίν πρόξενον. Το ρήμα της Εύας ξύλον έδειξε, δι΄ου τον Αδάμ εκ του Παραδείσου εξέωσεν, ο Λόγος δε ο εκ της Παρθένου τον Σταυρόν έδειξε, δι΄ου τον ληστήν εις πρόσωπον του Αδάμ, εις τον Παράδεισον εισήγαγεν. Επειδή γαρ ουκ επίστευον Έλληνες, ουκ Ιουδαίοι, ουχ αιρετικών παίδες, ότι ο Θεός αρρεύστως και απαθώς εγέννησε, δια τούτο σήμερον εκ παθητού σώματος προελθών, απαθές το παθητόν διετήρησε σώμα, ίνα δείξη, ότι ώσπερ εκ της Παρθένου τεχθείς την παρθενίαν ουκ έλυσεν, ούτω και ο Θεός, αρρεύστου και αναλλοιώτου μενούσης της Αγίας Ουσίας, ως Θεός Θεόν θεοπρεπώς εγέννησεν. Επειδή γαρ καταλιπόντες αυτόν οι άνθρωποι ανθρωπόμορφα έγλυφον ξόανα, οις και ελάτρευον εφ΄ύβρει του Κτίσαντος, δια τούτο σήμερον ο του Θεού Λόγος, Θεός ων, εν μορφή ανθρώπου ώφθη, ίνα και το ψεύδος λύση και λανθανόντως εις εαυτόν την λατρείαν απενέγκηται. Τούτω ουν τω εξ απόρου πόρον εργασαμένω Χριστώ δόξαν αναπέμψωμεν συν τω Πατρί και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Δεν υπάρχουν σχόλια: