Aπό την επιστολή του Μεγάλου Φωτίου :

«ἐκπορεύεται τὸ Πνεῦ­μα ἐκ τοῦ Υἱοῦ». πόθεν ἤκουσας τοῦτο; ἐκ ποίων εὐαγγελιστῶν τὴν φω­νὴν ἔχεις ταύτην; ποίας Συνόδου τὸ βλάσφημον τοῦτο ῥῆμα; ὁ Κύριος καὶ Θεὸς ἡμῶν φησι·(σ.σ. φησί=είπε) «Τὸ Πνεῦμα, ὃ (ὃ=το οποίον)παρὰ τοῦ Πατρὸς ἐκπορεύεται». οἱ δὲ τῆς καινῆς ταύτης δυσσεβείας πατέρες «Τὸ Πνεῦμα», φασίν, «ὃ παρὰ τοῦ Υἱοῦ ἐκπορεύεται». τίς οὐ κλείσει τὰ ὦτα πρὸς τὴν ὑπερβολὴν τῆς βλασφημίας ταύτης; αὕτη κατὰ τῶν εὐαγγελίων ἵσταται, πρὸς τὰς Αγίας παρατάσσε­ται Συνόδους, τοὺς μακαρίους καὶ ἁγίους παραγράφεται Πατέρας, τὸν μέγαν Ἀθανάσιον, τὸν ἐν θεολογίᾳ περιβόητον Γρηγόριον, τὴν βασίλειον τῆς Εκκλησίας στήλην τὸν μέγαν Βασίλειον, τὸ χρυσοῦν τῆς οἰκουμένης στόμα τὸ τῆς σοφίας πέλαγος τὸν ὡς ἀληθῶς Χρυσόστομον· καὶ τί λέγω τὸν δεῖνα  τὸν δεῖνα; κατὰ πάντων ὁμοῦ τῶν ἁγίων Προφητῶν, Αποστόλων, Ιεραρ­χῶν, Μαρτύρων, καὶ αὐτῶν τῶν Δεσποτικῶν φωνῶν  βλάσφημος αὕτη καὶ Θεομάχος φωνὴ ἐξοπλίζεται.


Προσέχετε την διδασκαλία των οικουμενιστών Πατριαρχών, Αρχιεπισκόπων, Επισκόπων, Μοναχών και των κοινωνούντων αυτοίς. Είναι διδασκαλία πλάνης και απάτης!

Δεν υπάρχουν σχόλια: