Ἁγίου Νεκταρίου Πενταπόλεως Περὶ νηστείας. ( Ἀπὸ τὸ βιβλίο του «Γνῶθι Σαυτόν» )

Περὶ τῆς νηστείας οἱ Ἅγιοι Πατέρες τῆς Ἐκκλησίας λέγουσιν ὅτι εἶναι καθαρῳς πνευματική. Ἡ ἀπὸ τῶν ποικίλων καὶ λιπαρῶν βρωμάτων ἀποχὴ ἕνα μόνον σκοπὸν προτίθεται τὴν ἐνίσχυσιν τῆς ψυχῆς πρὸς ἐπικράτησιν ἐν τοῖς κατὰ τῶν ἐπιθυμιῶν καὶ τῶν παθῶν τοῦ σώματος ἀγῶσιν, ὅπως ἀναδειχθῇ αὕτη νικήτρια καὶ λάβῃ παρὰ τοῦ νομοθέτου Θεοῦ τὸν τῆς νίκης ἀμαράντινον στέφανον.
Ὁ Μέγας Βασίλειος ὁρίζει τὴν νηστείαν ὡς τῶν κακῶν ἀλλοτρίωσιν λέγων: «Μὴ ἐν τῇ ἀποχῇ μόνῃ τῶν βρωμάτων τὸ ἐκ τῆς νηστείας ἀγαθὸν ὁρίζου· νηστεία γὰρ ἀληθὴς ἡ τῶν κακῶν ἀλλοτρίωσις· λῦε πάντα σύνδεσμον ἀδικίας· ἄφες τῷ πλησίον τὴν λύπην· ἄφες αὐτῷ τὰ ὀφλήματα· μὴ εἰς κρίσεις καὶ μάχας νηστεύετε· κρεῶν οὐκ ἐσθίεις ἀλλ ἐσθίεις τὸν ἀδελφόν· οἴνου ἀπέχεις, ἀλλ ὕβρεων οὐ κρατεῖς· τὴν ἑσπέραν ἀναμένεις εἰς μετάληψιν, ἀλλὰ δαπανᾷς τὴν ἡμέραν εἰς δικαστήρια». Καὶ αὔθις: «Νηστεία, ἐγκράτεια γλώσσης, θυμοῦ ἀποχή, ἐπιθυμιῶν χωρισμός, καταλαλιᾶς, ψεύδους, ἐπιορκίας, ἡ τούτων ἔνδεια νηστεία ἐστὶν ἀληθής· ἐν τούτοις μὲν οὖν ἡ νηστεία καλή». 

Περὶ τῆς νηστείας ὁ θεῖος Χρυσόστομος λέγει: «Νηστεία Θεοῦ χάρισμα· νηστεία ἀγγέλων τροφή· νηστεία παρθένων συνόμιλος· νηστεία οἴκων αὔξησις· νηστεία μετανοούντων συνήγορος· νηστεία προσευχῆς ὁμόζυγος· νηστεία πλούτου ἀρχή· νηστεία πενήτων παράκλησις· νηστεία καταπονουμένων βοηθός, νηστεία ὕπνον ἐλαύνουσα, καὶ ὕμνον ἐπάγουσα, νηστεία ὕδωρ ἡμᾶς ποτίζουσα καὶ ἀθανασίας πηγὴν ἡμῖν καταρτίζουσα».
Ὁ δὲ Γρηγόριος ὁ Νύσσης λέγει : «Νηστεία ἐστὶν εἰρήνη κοινὴ τῆς ψυχῆς καὶ τοῦ σώματος, ἀτάραχος ζώῃ, εὐσταθὴς πολιτεία, βίος Θεὸν εὐφραίνων καὶ λυπῶν τὸν ἐχθρόν».
Ὁ δὲ Σεβηριανὸς λέγει: «Νηστεία δύο πτερὰ ἔχει, προσευχὴν καὶ ἐλεημοσύνην, ὧν ἄνευ τρέχει οὐ δύναται».
Περὶ τῆς δυνάμεως τῆς νηστείας ὁ Μέγας Βασίλειος λέγει: «Ἡ νηστεία προφήτας γεννᾷ, δυνατοὺς ῥώννυσι· νηστεία νομοθέτας σοφίζει, ψυχῆς ἀγαθὸν φυλακτήριον, σώματι σύνοικος ἀσφαλής, ὅπλον ἀριστεύουσιν, ἀθληταῖς γυμνάσιον· τοῦτο πειρασμοὺς ἀποκρούετε, τοῦτο ἀλείφει πρὸς εὐσέβειαν, νήψεως σύνοικος, σωφροσύνης δημιουργός, ἐν πολέμοις ἀνδραγαθεῖ, ἐν εἰρήνῃ ἡσυχίαν ἄγει. Νηστεία προσευχὴν εἰς οὐρανὸν ἀναπέμπει οἰονεὶ πτερὸν αὐτὴ γινομένη πρὸς τὴν ἄνω πορείαν, νηστεία ὑγείας μήτηρ, νεότητος παιδαγωγός, κόσμος πρεσβύταις, ἀγαθὴ συνέμπορος ὁδοιπόροις, ἀσφαλὴς ὁμόσκηνος τοῖς συνοίκοις».
Ὁ Χρυσόστομος συμβουλεύει περὶ νηστείας λέγων: «Μὴ δυσχεράνῃς ἀγαπητὲ εἰς τὴν νηστείαν, τὴν τῶν ἀρετῶν μητέρα, τὴν ῥίζαν τῶν ἀγαθῶν, τὴν πηγὴν τῆς σωφροσύνης, τὴν φύλακα τῆς εὐσεβείας, τὴν τῶν ἁγίων σύντροφον, τὴν τῶν ἀγγέλων ὁμόσκηνον, τὴν τοῦ διαβόλου ἐχθράν, τὴν τοῦ Πνεύματος φίλην, δι’ ἧς αἱ ἡδοναὶ ἡμᾶς φεύγουσι, καὶ δαίμονες ὑπαναχωροῦσι, καὶ θυμὸς ἀτονεῖ, καὶ ἐπιθυμία νεκροῦται, καὶ ἀρεταὶ ζῶσι καὶ λάμπουσιν ἐν ἡμῖν δι’ ἧς τὰ πάθη ἠρεμεῖ, καὶ καταστέλλεται τῶν ἡδονῶν ὁ τάραχος, καὶ ὡς ἐν γαλήνῃ πλεῖ ὁ νοῦς, τῶν τρικυμιὼν τοῦ χειμῶνος τῆς πονηρίας διὰ τῆς ἐγκρατείας ταύτης καλῶς διανύσας, καὶ τῷ λιμένι τῆς ἀρετῆς τὴν ὁλκάδα παρορμήσας. Νηστεία γὰρ ἀπὸ δουλείας εἰς ἐλευθερίαν μεθίστησιν, ἀπὸ αἰχμαλωσίας εἰς πατρίδαν ἐπανάγει,νηστεία τὰ τραύματα τῆς ψυχῆς ἰᾶται. Νηστεία σαρθρωθείσαν ψυχὴν ταῖς ἁμαρτίαις ἀνακαινίζει, νευροῖ τὴν ψυχήν, ἀνδρειοῖ τὸ φρόνημα, τὸν φόβον Θεοῦ εἰσάγει, ἐκπορθεῖ τὰ πάθη, γαληνιᾶ τοὺς λογισμούς. Ἐν ἡμέραις νηστειῶν ἡδοναὶ σβέννυται, καὶ ἀρεταὶ ἀνθοῦσι, καὶ σωφροσύνης τὸ κάλλος καθαρώτατον δείκνυται, καὶ σῶμα εἰς ψυχὴν μεταβαίνει, πνευματικὸν γενόμενον ὑπὲρ φύσιν. Νηστεία δαίμονας φυγαδεύει καὶ τὴν τοῦ διαβόλου τυραννίδα καταλύει, μάλιστα εἰ τὴν εὐχὴν ἔχει συνεργοῦσαν νηστεία καὶ εὐχὴ τὸν Ἠλίαν εἰς οὐρανοὺς ἀνήγαγεν, Νινευίτας ἐκ θανάτου ἐρρύσατο· νηστεία τὸν Δανιὴλ ἐκ τῶν λεόντων ἀβλαβῆ διεφύλαξε· νηστεία Μωϋσέα τῆς ἀθεάτου δόξῃς ἠξίωσεν· νηστεία Ἐλισσαῖον ἄρχοντα τῶν προφητῶν ἀπετέλεσε.

Δεν υπάρχουν σχόλια: