Όρος τὸ ἅγιον, ὃ ὁ Κύριος εὐδόκησε κατοικεῖν ἐν αὐτῷ·



Κιβωτὲ ἁγία, διἧς τοῦ τῆς ἁμαρτίας κατακλυσμοῦ διεσώθημεν· βάτε ἀκατάφλεκτε, ἣν εἶδε Μωυσῆς θεόπτης· θυμιατήριον χρυσοῦν, ἐν Λόγος τὴν σάρκα ἀνάψας, τὴν οἰκουμένην εὐωδίας ἐπλήρωσε, καὶ τὰ τῆς παρακοῆς κατεκαύθη ἐγκλήματα· θεόγραφε πλάξ· λυχνία ἑπτάφωτε, ἧς τὸ φέγγος τὰς ἡλιακὰς λαμπηδόνας ὑπερηκόντισε· σκηνὴ ἁγία, ἣν πνευματικὸς Βεσελεήλ, Χριστός, ἐτεκτήνατο διὰ τῶν ἀρετῶν πανσόφως, καὶ οἰκητήριον αὐτοῦ ἀπειργάσατο· τὸ βασιλικὸν ὄχημα, στάμνε μανναδόχε, κῆπε κεκλεισμένε· πηγὴ ἐσφραγισμένη, ἧς τὰ καθαρὰ νάματα τὴν οἰκουμένην ἀρδεύουσι· ῥάβδος ἁγιόβλαστε τοῦ Ἀαρών· πόκε δροσοφόρε τοῦ Γεδεών· τόμος θεόγραφος, διοὗ τὸ τοῦ Ἀδὰμ ἐσχίσθη χειρόγραφον· ὄρος τοῦ Θεοῦ· ὄρος τὸ ἅγιον, Κύριος εὐδόκησε κατοικεῖν ἐν αὐτῷ· ῥίζα ἁγία τοῦ Ἰεσσαί· πόλις τοῦ Θεοῦ, περὶ ἧς δεδοξασμένα λελάληνται, ὡς φάσκει Δαυΐδ.

Δεν υπάρχουν σχόλια: